Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.65 Dem. 49.67 (English) >>Dem. 49.69

49.66τὰ μὲν οὖν καθʼ ἕκαστα πόλλʼ ἂν εἴη λέγειν, ὧν ἐπιώρκηκεν οὗτος ῥᾳδίως· οὓς δὲ περιφανέστατα καὶ ὑμεῖς αὐτῷ πάντες σύνιστε ὅρκους ἐπιωρκηκότι, τούτους ἀναμνήσω ὑμᾶς. ἴστε γὰρ τοῦτον ἐν τῷ δήμῳ ὀμόσαντα καὶ ἐπαρασάμενον αὑτῷ ἐξώλειαν, εἰ μὴ γράψοιτο Ἰφικράτην ξενίας, καὶ καθιερώσαντα τὴν οὐσίαν τὴν ἑαυτοῦ. ὀμόσας δὲ ταῦτα καὶ ὑποσχόμενος ἐν τῷ δήμῳ, οὐ πολλῷ χρόνῳ ὕστερον ἕνεκα τοῦ συμφέροντος αὑτῷ ἔδωκεν τῷ υἱεῖ τῷ ἐκείνου τὴν θυγατέρα. 49.67ὃς οὖν οὔτε ὑμᾶς ᾐσχύνθη ἐξαπατῆσαι ὑποσχόμενος, νόμων ὄντων, ἐάν τις τὸν δῆμον ὑποσχόμενος ἐξαπατήσῃ, εἰσαγγελίαν εἶναι περὶ αὐτοῦ, οὔτε τοὺς θεοὺς ὀμόσας καὶ ἐπαρασάμενος ἑαυτῷ ἔδεισεν, οὓς ἐπιώρκησεν, πῶς οὐκ εἰκὸς ἐμὲ τούτῳ μὴ ἐθέλειν ὅρκον δοῦναι; οὔπω τοίνυν πολὺς χρόνος ἐστὶν ἐξ ὅτου ἐν τῷ δήμῳ πάλιν διωμόσατο μὴ εἶναι αὑτῷ ἐφόδια τῷ γήρᾳ ἱκανά, τοσαύτην οὐσίαν κεκτημένος· οὕτως ἄπληστος καὶ αἰσχροκερδὴς τρόπος αὐτοῦ ἐστιν. 49.68ἡδέως δʼ ἂν ἔγωγε πυθοίμην ὑμῶν εἰ ὀργίζεσθε τοῖς ἀνεσκευασμένοις τῶν τραπεζιτῶν. εἰ γὰρ ἐκείνοις ὀργίζεσθε δικαίως ὅτι ἀδικοῦσιν ὑμᾶς, πῶς οὐκ εἰκός ἐστιν βοηθεῖν τοῖς μηδὲν ἀδικοῦσιν; καὶ μὴν διὰ τούτους τοὺς ἄνδρας αἱ τράπεζαι ἀνασκευάζονται, ὅταν ἀπορούμενοι μὲν δανείζωνται καὶ οἴωνται διὰ τὴν δόξαν πιστεύεσθαι δεῖν, εὐπορήσαντες δὲ μὴ ἀποδιδῶσιν, ἀλλʼ ἀποστερῶσιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.65 Dem. 49.67 (English) >>Dem. 49.69

Powered by PhiloLogic